Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. οὐκ ἔσθʼ ὅδʼ ἄλλος ἀντὶ σοῦ παιδός, γέρον.
  2. δεῦρʼ, ὦ τέκνʼ, ἐκκρίμνασθε πατρῴων πέπλων,
  3. ἴτʼ ἐγκονεῖτε, μὴ μεθῆτʼ, ἐπεὶ Διὸς
  4. σωτῆρος ὑμῖν οὐδέν ἐσθʼ ὅδʼ ὕστερος.
Ἡρακλῆς
  1. ὦ χαῖρε, μέλαθρον πρόπυλά θʼ ἑστίας ἐμῆς,
  2. ὡς ἄσμενός σʼ ἐσεῖδον ἐς φάος μολών.
  3. ἔα· τί χρῆμα; τέκνʼ ὁρῶ πρὸ δωμάτων
  4. στολμοῖσι νεκρῶν κρᾶτας ἐξεστεμμένα,
  5. ὄχλῳ τʼ ἐν ἀνδρῶν τὴν ἐμὴν ξυνάορον,
  6. πατέρα τε δακρύοντα — συμφορὰς τίνας;
  7. φέρʼ ἐκπύθωμαι τῶνδε πλησίον σταθείς·
  8. γύναι, τί καινὸν ἦλθε δώμασιν χρέος;
Μεγάρα
  1. ὦ φίλτατʼ ἀνδρῶν ---
Ἀμφιτρύων
  1. ὦ φάος μολὼν πατρί ---
Μεγάρα
  1. ἥκεις, ἐσώθης εἰς ἀκμὴν ἐλθὼν φίλοις;
Ἡρακλῆς
  1. τί φῄς; τίνʼ ἐς ταραγμὸν ἥκομεν, πάτερ;
Μεγάρα
  1. διολλύμεσθα· σὺ δέ, γέρον, σύγγνωθί μοι,
  2. εἰ πρόσθεν ἥρπασʼ ἃ σὲ λέγειν πρὸς τόνδʼ ἐχρῆν·
  3. τὸ θῆλυ γάρ πως μᾶλλον οἰκτρὸν ἀρσένων,
  4. καὶ τἄμʼ ἔθνῃσκε τέκνʼ, ἀπωλλύμην δʼ ἐγώ.
Ἡρακλῆς
  1. Ἄπολλον, οἵοις φροιμίοις ἄρχῃ λόγου.