Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. Σπάρτης τε Θηβῶν θʼ, ὡς ἀνημμένοι κάλῳς
  2. πρυμνησίοισι βίον ἔχοιτʼ εὐδαίμονα.
  3. καὶ ταῦτα φροῦδα· μεταβαλοῦσα δʼ ἡ τύχη
  4. νύμφας μὲν ὑμῖν Κῆρας ἀντέδωκʼ ἔχειν,
  5. ἐμοὶ δὲ δάκρυα λουτρά — δύστηνος φρενῶν.
  6. πατὴρ δὲ πατρὸς ἑστιᾷ γάμους ὅδε,
  7. Ἅιδην νομίζων πενθερόν, κῆδος πατρός.
  8. ὤμοι, τίνʼ ὑμῶν πρῶτον ἢ τίνʼ ὕστατον
  9. πρὸς στέρνα θῶμαι; τῷ προσαρμόσω στόμα;
  10. τίνος λάβωμαι; πῶς ἂν ὡς ξουθόπτερος
  11. μέλισσα συνενέγκαιμʼ ἂν ἐκ πάντων γόους,
  12. ἐς ἓν δʼ ἐνεγκοῦσʼ ἀθρόον ἀποδοίην δάκρυ;
  13. ὦ φίλτατʼ, εἴ τις φθόγγος εἰσακούεται
  14. θνητῶν παρʼ Ἅιδῃ, σοὶ τάδʼ, Ἡράκλεις, λέγω·
  15. θνῄσκει πατὴρ σὸς καὶ τέκνʼ, ὄλλυμαι δʼ ἐγώ,
  16. ἣ πρὶν μακαρία διὰ σʼ ἐκλῃζόμην βροτοῖς.
  17. ἄρηξον, ἐλθέ· καὶ σκιὰ φάνηθί μοι·
  18. ἅλις γὰρ ἐλθὼν κἂν ὄναρ γένοιο σύ·
  19. κακοὶ γάρ εἰσιν οἳ τέκνα κτείνουσι σά.
Ἀμφιτρύων
  1. σὺ μὲν τὰ νέρθεν εὐτρεπῆ ποιοῦ, γύναι·
  2. ἐγὼ δὲ σέ, ὦ Ζεῦ, χεῖρʼ ἐς οὐρανὸν δικὼν