Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. πατὴρ ἐπύργου, μέγα φρονῶν εὐανδρίᾳ·
  2. ἐγὼ δὲ νύμφας ἠκροθινιαζόμην,
  3. κήδη συνάψουσʼ, ἔκ τʼ Ἀθηναίων χθονὸς
  4. Σπάρτης τε Θηβῶν θʼ, ὡς ἀνημμένοι κάλῳς
  5. πρυμνησίοισι βίον ἔχοιτʼ εὐδαίμονα.
  6. καὶ ταῦτα φροῦδα· μεταβαλοῦσα δʼ ἡ τύχη
  7. νύμφας μὲν ὑμῖν Κῆρας ἀντέδωκʼ ἔχειν,
  8. ἐμοὶ δὲ δάκρυα λουτρά — δύστηνος φρενῶν.
  9. πατὴρ δὲ πατρὸς ἑστιᾷ γάμους ὅδε,
  10. Ἅιδην νομίζων πενθερόν, κῆδος πατρός.