Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ὤμοι, τίνʼ ὑμῶν πρῶτον ἢ τίνʼ ὕστατον
- πρὸς στέρνα θῶμαι; τῷ προσαρμόσω στόμα;
- τίνος λάβωμαι; πῶς ἂν ὡς ξουθόπτερος
- μέλισσα συνενέγκαιμʼ ἂν ἐκ πάντων γόους,
- ἐς ἓν δʼ ἐνεγκοῦσʼ ἀθρόον ἀποδοίην δάκρυ;
- ὦ φίλτατʼ, εἴ τις φθόγγος εἰσακούεται
- θνητῶν παρʼ Ἅιδῃ, σοὶ τάδʼ, Ἡράκλεις, λέγω·
- θνῄσκει πατὴρ σὸς καὶ τέκνʼ, ὄλλυμαι δʼ ἐγώ,
- ἣ πρὶν μακαρία διὰ σʼ ἐκλῃζόμην βροτοῖς.
- ἄρηξον, ἐλθέ· καὶ σκιὰ φάνηθί μοι·