Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. στολήν τε θηρὸς ἀμφέβαλλε σῷ κάρᾳ
  2. λέοντος, ᾗπερ αὐτὸς ἐξωπλίζετο·
  3. σὺ δʼ ἦσθα Θηβῶν τῶν φιλαρμάτων ἄναξ,
  4. ἔγκληρα πεδία τἀμὰ γῆς κεκτημένος,
  5. ὡς ἐξέπειθες τὸν κατασπείραντά σε·
  6. ἐς δεξιάν τε σὴν ἀλεξητήριον
  7. ξύλον καθίει δαίδαλον, ψευδῆ δόσιν.
  8. σοὶ δʼ ἣν ἔπερσε τοῖς ἑκηβόλοις ποτὲ
  9. τόξοισι δώσειν Οἰχαλίαν ὑπέσχετο.
  10. τρεῖς δʼ ὄντας ὑμᾶς τριπτύχοις τυραννίσι