Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ὦ μοῖρα δυστάλαινʼ ἐμή τε καὶ τέκνων
- τῶνδʼ, οὓς πανύστατʼ ὄμμασιν προσδέρκομαι ---
- ἔτεκον μὲν ὑμᾶς, πολεμίοις δʼ ἐθρεψάμην
- ὕβρισμα κἀπίχαρμα καὶ διαφθοράν.
- φεῦ·
- ἦ πολύ με δόξης ἐξέπαισαν ἐλπίδες,
- ἣν πατρὸς ὑμῶν ἐκ λόγων ποτʼ ἤλπισα.
- σοὶ μὲν γὰρ Ἄργος ἔνεμʼ ὁ κατθανὼν πατήρ,
- Εὐρυσθέως δʼ ἔμελλες οἰκήσειν δόμους
- τῆς καλλικάρπου κράτος ἔχων Πελασγίας,