Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἦ πολύ με δόξης ἐξέπαισαν ἐλπίδες,
  2. ἣν πατρὸς ὑμῶν ἐκ λόγων ποτʼ ἤλπισα.
  3. σοὶ μὲν γὰρ Ἄργος ἔνεμʼ ὁ κατθανὼν πατήρ,
  4. Εὐρυσθέως δʼ ἔμελλες οἰκήσειν δόμους
  5. τῆς καλλικάρπου κράτος ἔχων Πελασγίας,
  6. στολήν τε θηρὸς ἀμφέβαλλε σῷ κάρᾳ
  7. λέοντος, ᾗπερ αὐτὸς ἐξωπλίζετο·
  8. σὺ δʼ ἦσθα Θηβῶν τῶν φιλαρμάτων ἄναξ,
  9. ἔγκληρα πεδία τἀμὰ γῆς κεκτημένος,
  10. ὡς ἐξέπειθες τὸν κατασπείραντά σε·
  11. ἐς δεξιάν τε σὴν ἀλεξητήριον
  12. ξύλον καθίει δαίδαλον, ψευδῆ δόσιν.
  13. σοὶ δʼ ἣν ἔπερσε τοῖς ἑκηβόλοις ποτὲ