Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. πατέρʼ Ἡρακλέους. δύστηνος ἐγώ,
  2. δακρύων ὡς οὐ δύναμαι κατέχειν
  3. γραίας ὄσσων ἔτι πηγάς.
Μεγάρα
  1. εἶἑν· τίς ἱερεύς, τίς σφαγεὺς τῶν δυσπότμων
  2. ἢ τῆς ταλαίνης τῆς ἐμῆς ψυχῆς φονεύς;
  3. ἕτοιμʼ ἄγειν τὰ θύματʼ εἰς Ἅιδου τάδε.
  4. ὦ τέκνʼ, ἀγόμεθα ζεῦγος οὐ καλὸν νεκρῶν,
  5. ὁμοῦ γέροντες καὶ νέοι καὶ μητέρες.
  6. ὦ μοῖρα δυστάλαινʼ ἐμή τε καὶ τέκνων
  7. τῶνδʼ, οὓς πανύστατʼ ὄμμασιν προσδέρκομαι ---
  8. ἔτεκον μὲν ὑμᾶς, πολεμίοις δʼ ἐθρεψάμην
  9. ὕβρισμα κἀπίχαρμα καὶ διαφθοράν.
  10. φεῦ·