Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- τόξοισι δώσειν Οἰχαλίαν ὑπέσχετο.
- τρεῖς δʼ ὄντας ὑμᾶς τριπτύχοις τυραννίσι
- πατὴρ ἐπύργου, μέγα φρονῶν εὐανδρίᾳ·
- ἐγὼ δὲ νύμφας ἠκροθινιαζόμην,
- κήδη συνάψουσʼ, ἔκ τʼ Ἀθηναίων χθονὸς
- Σπάρτης τε Θηβῶν θʼ, ὡς ἀνημμένοι κάλῳς
- πρυμνησίοισι βίον ἔχοιτʼ εὐδαίμονα.
- καὶ ταῦτα φροῦδα· μεταβαλοῦσα δʼ ἡ τύχη
- νύμφας μὲν ὑμῖν Κῆρας ἀντέδωκʼ ἔχειν,
- ἐμοὶ δὲ δάκρυα λουτρά — δύστηνος φρενῶν.
- πατὴρ δὲ πατρὸς ἑστιᾷ γάμους ὅδε,
- Ἅιδην νομίζων πενθερόν, κῆδος πατρός.
- ὤμοι, τίνʼ ὑμῶν πρῶτον ἢ τίνʼ ὕστατον