Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἄλοχόν τε φίλην ὑπὸ σειραίοις
  2. ποσὶν ἕλκουσαν τέκνα, καὶ γεραιὸν
  3. πατέρʼ Ἡρακλέους. δύστηνος ἐγώ,
  4. δακρύων ὡς οὐ δύναμαι κατέχειν
  5. γραίας ὄσσων ἔτι πηγάς.
Μεγάρα
  1. εἶἑν· τίς ἱερεύς, τίς σφαγεὺς τῶν δυσπότμων
  2. ἢ τῆς ταλαίνης τῆς ἐμῆς ψυχῆς φονεύς;
  3. ἕτοιμʼ ἄγειν τὰ θύματʼ εἰς Ἅιδου τάδε.
  4. ὦ τέκνʼ, ἀγόμεθα ζεῦγος οὐ καλὸν νεκρῶν,
  5. ὁμοῦ γέροντες καὶ νέοι καὶ μητέρες.