Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. τὰ κλεινὰ δʼ Ἑλλὰς ἔλαβε βαρ-
  2. βάρου κόρας λάφυρα, καὶ
  3. σῴζεται Μυκήναις.
Χορός
  1. —τάν τε μυριόκρανον
  2. πολύφονον κύνα Λέρνας
  3. ὕδραν ἐξεπύρωσεν,
  4. βέλεσί τʼ ἀμφέβαλʼ ἰόν,
  5. τὸν τρισώματον οἷσιν ἔ-
  6. κτα βοτῆρʼ Ἐρυθείας.
Χορός
  1. —δρόμων τʼ ἄλλων ἀγάλματʼ
  2. εὐτυχῆ διῆλθε· τόν τε
  3. πολυδάκρυον ἔπλευσʼ ἐς Ἅι-
  4. δαν, πόνων τελευτάν,
  5. ἵνʼ ἐκπεραίνει τάλας
  6. βίοτον, οὐδʼ ἔβα πάλιν.
  7. στέγαι δʼ ἔρημοι φίλων,
  8. τὰν δʼ ἀνόστιμον τέκνων
  9. Χάρωνος ἐπιμένει πλάτα
  10. βίου κέλευθον ἄθεον ἄδι-
  11. κον· ἐς δὲ σὰς χέρας βλέπει