Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ξων, δράκοντα πυρσόνωτον,
  2. ὅς σφʼ ἄπλατον ἀμφελικτὸς
  3. ἕλικʼ ἐφρούρει, κτανών·
  4. ποντίας θʼ ἁλὸς μυχοὺς
  5. εἰσέβαινε, θνατοῖς
  6. γαλανείας τιθεὶς ἐρετμοῖς·
Χορός
  1. —οὐρανοῦ θʼ ὑπὸ μέσσαν
  2. ἐλαύνει χέρας ἕδραν,
  3. Ἄτλαντος δόμον ἐλθών,
  4. ἀστρωπούς τε κατέσχεν οἴ-
  5. κους εὐανορίᾳ θεῶν·
Χορός
  1. —τὸν ἱππευτάν τʼ Ἀμαζό-
  2. νων στρατὸν Μαιῶτιν ἀμφὶ
  3. πολυπόταμον ἔβα διʼ Ἄ-
  4. ξεινον οἶδμα λίμνας,
  5. τίνʼ οὐκ ἀφʼ Ἑλλανίας
  6. ἄγορον ἁλίσας φίλων,
  7. κόρας Ἀρείας πέπλων
  8. χρυσεόστολον φάρος,
  9. ζωστῆρος ὀλεθρίους ἄγρας.