Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- κτανὼν δάμαρτά θʼ, ὡς φόνῳ σβέσῃ φόνον,
- κἄμʼ — εἴ τι δὴ χρὴ κἄμʼ ἐν ἀνδράσιν λέγειν
- γέροντʼ ἀχρεῖον — μή ποθʼ οἵδʼ ἠνδρωμένοι
- μήτρωσιν ἐκπράξωσιν αἵματος δίκην.
- ἐγὼ δέ — λείπει γάρ με τοῖσδʼ ἐν δώμασιν
- τροφὸν τέκνων οἰκουρόν, ἡνίκα χθονὸς
- μέλαιναν ὄρφνην εἰσέβαινε, παῖς ἐμός —
- σὺν μητρί, τέκνα μὴ θάνωσʼ Ἡρακλέους,
- βωμὸν καθίζω τόνδε σωτῆρος Διός,
- ὃν καλλινίκου δορὸς ἄγαλμʼ ἱδρύσατο
- Μινύας κρατήσας οὑμὸς εὐγενὴς τόκος.
- πάντων δὲ χρεῖοι τάσδʼ ἕδρας φυλάσσομεν,
- σίτων ποτῶν ἐσθῆτος, ἀστρώτῳ πέδῳ
- πλευρὰς τιθέντες· ἐκ γὰρ ἐσφραγισμένοι
- δόμων καθήμεθʼ ἀπορίᾳ σωτηρίας.
- φίλων δὲ τοὺς μὲν οὐ σαφεῖς ὁρῶ φίλους,
- οἳ δʼ ὄντες ὀρθῶς ἀδύνατοι προσωφελεῖν.
- τοιοῦτον ἀνθρώποισιν ἡ δυσπραξία·
- ἧς μήποθʼ ὅστις καὶ μέσως εὔνους ἐμοὶ
- τύχοι, φίλων ἔλεγχον ἀψευδέστατον.