Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ὦ πρέσβυ, Ταφίων ὅς ποτʼ ἐξεῖλες πόλιν
  2. στρατηλατήσας κλεινὰ Καδμείων δορός,
  3. ὡς οὐδὲν ἀνθρώποισι τῶν θείων σαφές.
  4. ἐγὼ γὰρ οὔτʼ ἐς πατέρʼ ἀπηλάθην τύχης,
  5. ὃς οὕνεκʼ ὄλβου μέγας ἐκομπάσθη ποτέ,
  6. ἔχων τυραννίδʼ, ἧς μακραὶ λόγχαι πέρι
  7. πηδῶσʼ ἔρωτι σώματʼ εἰς εὐδαίμονα,
  8. ἔχων δὲ τέκνα· κἄμʼ ἔδωκε παιδὶ σῷ
  9. ἐπίσημον εὐνὴν Ἡρακλεῖ συνοικίσας.
  10. καὶ νῦν ἐκεῖνα μὲν θανόντʼ ἀνέπτατο,
  11. ἐγὼ δὲ καὶ σὺ μέλλομεν θνῄσκειν, γέρον,
  12. οἵ θʼ Ἡράκλειοι παῖδες, οὓς ὑπὸ πτεροῖς
  13. σῴζω νεοσσοὺς ὄρνις ὣς ὑφειμένη.
  14. οἳ δʼ εἰς ἔλεγχον ἄλλος ἄλλοθεν πίτνων,
  15. Ὦ μῆτερ, αὐδᾷ, ποῖ πατὴρ ἄπεστι γῆς;
  16. τί δρᾷ, πόθʼ ἥξει; τῷ νέῳ δʼ ἐσφαλμένοι
  17. ζητοῦσι τὸν τεκόντʼ· ἐγὼ δὲ διαφέρω
  18. λόγοισι, μυθεύουσα. θαυμάζων δʼ ὅταν
  19. πύλαι ψοφῶσι, πᾶς ἀνίστησιν πόδα,
  20. ὡς πρὸς πατρῷον προσπεσούμενοι γόνυ.