Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἐξημερῶσαι γαῖαν, εἴθʼ Ἥρας ὕπο
  2. κέντροις δαμασθεὶς εἴτε τοῦ χρεὼν μέτα.
  3. καὶ τοὺς μὲν ἄλλους ἐξεμόχθησεν πόνους,
  4. τὸ λοίσθιον δὲ Ταινάρου διὰ στόμα
  5. βέβηκʼ ἐς Ἅιδου, τὸν τρισώματον κύνα
  6. ἐς φῶς ἀνάξων, ἔνθεν οὐχ ἥκει πάλιν.
  7. γέρων δὲ δή τις ἔστι Καδμείων λόγος
  8. ὡς ἦν πάρος Δίρκης τις εὐνήτωρ Λύκος
  9. τὴν ἑπτάπυργον τήνδε δεσπόζων πόλιν,
  10. τὼ λευκοπώλω πρὶν τυραννῆσαι χθονὸς
  11. Ἀμφίονʼ ἠδὲ Ζῆθον, ἐκγόνω Διός.
  12. οὗ ταὐτὸν ὄνομα παῖς πατρὸς κεκλημένος,
  13. Καδμεῖος οὐκ ὤν, ἀλλʼ ἀπʼ Εὐβοίας μολών,
  14. κτείνει Κρέοντα καὶ κτανὼν ἄρχει χθονός,
  15. στάσει νοσοῦσαν τήνδʼ ἐπεσπεσὼν πόλιν.
  16. ἡμῖν δὲ κῆδος ἐς Κρέοντʼ ἀνημμένον
  17. κακὸν μέγιστον, ὡς ἔοικε, γίγνεται.
  18. τοὐμοῦ γὰρ ὄντος παιδὸς ἐν μυχοῖς χθονὸς
  19. ὁ καινὸς οὗτος τῆσδε γῆς ἄρχων Λύκος
  20. τοὺς Ἡρακλείους παῖδας ἐξελεῖν θέλει