Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- συλήτειραν ἀγρωστᾶν
- κτείνας, θηροφόνον θεὰν
- Οἰνωᾶτιν ἀγάλλει·
- —τεθρίππων τʼ ἐπέβα
- καὶ ψαλίοις ἐδάμασε πώλους
- Διομήδεος, αἳ φονίαισι φάτναις ἀχάλινʼ ἐθόα-
- ζον κάθαιμα σῖτα γένυσι,
- χαρμοναῖσιν ἀνδροβρῶσι
- δυστράπεζοι· πέραν δʼ
- ἀργυρορρύτων Ἕβρου
- διεπέρασεν ὄχθων,
- Μυκηναίῳ πονῶν τυράννῳ.
- —ἄν τε Πηλιάδʼ ἀκτὰν
- Ἀναύρου παρὰ πηγὰς
- Κύκνον ξεινοδαΐκταν
- τόξοις ὤλεσεν, Ἀμφαναί-
- ας οἰκήτορʼ ἄμεικτον·
- —ὑμνῳδούς τε κόρας
- ἤλυθεν ἑσπέριον ἐς αὐλάν,
- χρυσέων πετάλων ἄπο μηλοφόρον χερὶ καρπὸν ἀμέρ-