Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ὅταν δὲ κόσμον περιβάλησθε σώμασιν,
- ἥξω πρὸς ὑμᾶς νερτέρᾳ δώσων χθονί.
- ὦ τέκνʼ, ὁμαρτεῖτʼ ἀθλίῳ μητρὸς ποδὶ
- πατρῷον ἐς μέλαθρον, οὗ τῆς οὐσίας
- ἄλλοι κρατοῦσι, τὸ δʼ ὄνομʼ ἔσθʼ ἡμῶν ἔτι.
- ὦ Ζεῦ, μάτην ἄρʼ ὁμόγαμόν σʼ ἐκτησάμην,
- μάτην δὲ παιδὸς κοινεῶνʼ ἐκλῄζομεν·
- σὺ δʼ ἦσθʼ ἄρʼ ἥσσων ἢ ʼδόκεις εἶναι φίλος.
- ἀρετῇ σε νικῶ θνητὸς ὢν θεὸν μέγαν·
- παῖδας γὰρ οὐ προύδωκα τοὺς Ἡρακλέους.
- σὺ δʼ ἐς μὲν εὐνὰς κρύφιος ἠπίστω μολεῖν,
- τἀλλότρια λέκτρα δόντος οὐδενὸς λαβών,
- σῴζειν δὲ τοὺς σοὺς οὐκ ἐπίστασαι φίλους.