Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἀμαθής τις εἶ θεός, ἢ δίκαιος οὐκ ἔφυς.
Χορός
  1. —αἲ Λίνον μὲν ἐπʼ εὐτυχεῖ
  2. μολπᾷ Φοῖβος ἰαχεῖ
  3. τὸν κάλλει φθιτόν, κιθάραν
  4. ἐλαύνων πλήκτρῳ χρυσέῳ·
  5. ἐγὼ δὲ τὸν γᾶς ἐνέρων τʼ
  6. ἐς ὄρφναν μολόντα, παῖδʼ
  7. εἴτε Διός νιν εἴπω,
  8. εἴτʼ Ἀμφιτρύωνος ἶνιν,
  9. ὑμνῆσαι στεφάνωμα μό-
  10. χθων διʼ εὐλογίας θέλω.
  11. γενναίων δʼ ἀρεταὶ πόνων
  12. τοῖς θανοῦσιν ἄγαλμα.