Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. μίαν δὲ νῷν δὸς χάριν, ἄναξ, ἱκνούμεθα·
  2. κτεῖνόν με καὶ τήνδʼ ἀθλίαν παίδων πάρος,
  3. ὡς μὴ τέκνʼ εἰσίδωμεν, ἀνόσιον θέαν,
  4. ψυχορραγοῦντα καὶ καλοῦντα μητέρα
  5. πατρός τε πατέρα. τἄλλα δʼ, εἰ πρόθυμος εἶ,
  6. πρᾶσσʼ· οὐ γὰρ ἀλκὴν ἔχομεν ὥστε μὴ θανεῖν.
Μεγάρα
  1. κἀγώ σʼ ἱκνοῦμαι χάριτι προσθεῖναι χάριν,
  2. ἡμῖν ἵνʼ ἀμφοῖν εἷς ὑπουργήσῃς διπλᾶ·
  3. κόσμον πάρες μοι παισὶ προσθεῖναι νεκρῶν,
  4. δόμους ἀνοίξας — νῦν γὰρ ἐκκεκλῄμεθα —
  5. ὡς ἀλλὰ ταῦτά γʼ ἀπολάχωσʼ οἴκων πατρός.
Λύκος
  1. ἔσται τάδʼ· οἴγειν κλῇθρα προσπόλοις λέγω.
  2. κοσμεῖσθʼ ἔσω μολόντες· οὐ φθονῶ πέπλων.