Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἰδοὺ πάρεστιν ἥδε φασγάνῳ δέρη
  2. κεντεῖν φονεύειν, ἱέναι πέτρας ἄπο.
  3. μίαν δὲ νῷν δὸς χάριν, ἄναξ, ἱκνούμεθα·
  4. κτεῖνόν με καὶ τήνδʼ ἀθλίαν παίδων πάρος,
  5. ὡς μὴ τέκνʼ εἰσίδωμεν, ἀνόσιον θέαν,
  6. ψυχορραγοῦντα καὶ καλοῦντα μητέρα
  7. πατρός τε πατέρα. τἄλλα δʼ, εἰ πρόθυμος εἶ,
  8. πρᾶσσʼ· οὐ γὰρ ἀλκὴν ἔχομεν ὥστε μὴ θανεῖν.
Μεγάρα
  1. κἀγώ σʼ ἱκνοῦμαι χάριτι προσθεῖναι χάριν,
  2. ἡμῖν ἵνʼ ἀμφοῖν εἷς ὑπουργήσῃς διπλᾶ·