Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- τὰς τῶν θεῶν γὰρ ὅστις ἐκμοχθεῖ τύχας,
- πρόθυμός ἐστιν, ἡ προθυμία δʼ ἄφρων·
- ὃ χρὴ γὰρ οὐδεὶς μὴ χρεὼν θήσει ποτέ.
- εἰ μὲν σθενόντων τῶν ἐμῶν βραχιόνων
- ἦν τίς σʼ ὑβρίζων, ῥᾳδίως ἐπαύσατʼ ἄν·
- νῦν δʼ οὐδέν ἐσμεν. σὸν δὲ τοὐντεῦθεν σκοπεῖν
- ὅπως διώσῃ τὰς τύχας, Ἀμφιτρύων.
- οὔτοι τὸ δειλὸν οὐδὲ τοῦ βίου πόθος
- θανεῖν ἐρύκει μʼ, ἀλλὰ παιδὶ βούλομαι
- σῷσαι τέκνʼ· ἄλλως δʼ ἀδυνάτων ἔοικʼ ἐρᾶν.