Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. κόσμον πάρες μοι παισὶ προσθεῖναι νεκρῶν,
  2. δόμους ἀνοίξας — νῦν γὰρ ἐκκεκλῄμεθα —
  3. ὡς ἀλλὰ ταῦτά γʼ ἀπολάχωσʼ οἴκων πατρός.
Λύκος
  1. ἔσται τάδʼ· οἴγειν κλῇθρα προσπόλοις λέγω.
  2. κοσμεῖσθʼ ἔσω μολόντες· οὐ φθονῶ πέπλων.
  3. ὅταν δὲ κόσμον περιβάλησθε σώμασιν,
  4. ἥξω πρὸς ὑμᾶς νερτέρᾳ δώσων χθονί.
Μεγάρα
  1. ὦ τέκνʼ, ὁμαρτεῖτʼ ἀθλίῳ μητρὸς ποδὶ
  2. πατρῷον ἐς μέλαθρον, οὗ τῆς οὐσίας
  3. ἄλλοι κρατοῦσι, τὸ δʼ ὄνομʼ ἔσθʼ ἡμῶν ἔτι.