Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. δεινὸν νομίζω· τῷ δʼ ἀναγκαίῳ τρόπῳ
  2. ὃς ἀντιτείνει σκαιὸν ἡγοῦμαι βροτόν.
  3. ἡμᾶς δʼ, ἐπειδὴ δεῖ θανεῖν, θνῄσκειν χρεὼν
  4. μὴ πυρὶ καταξανθέντας, ἐχθροῖσιν γέλων
  5. διδόντας, οὑμοὶ τοῦ θανεῖν μεῖζον κακόν.
  6. ὀφείλομεν γὰρ πολλὰ δώμασιν καλά·
  7. σὲ μὲν δόκησις ἔλαβεν εὐκλεὴς δορός,
  8. ὥστʼ οὐκ ἀνεκτὸν δειλίας θανεῖν σʼ ὕπο·
  9. οὑμὸς δʼ ἀμαρτύρητος εὐκλεὴς πόσις,
  10. ὡς τούσδε παῖδας οὐκ ἂν ἐκσῶσαι θέλοι
  11. δόξαν κακὴν λαβόντας· οἱ γὰρ εὐγενεῖς
  12. κάμνουσι τοῖς αἰσχροῖσι τῶν τέκνων ὕπερ,
  13. ἐμοί τε μίμημʼ ἀνδρὸς οὐκ ἀπωστέον.