Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- σκέψαι δὲ τὴν σὴν ἐλπίδʼ ᾗ λογίζομαι·
- ἥξειν νομίζεις παῖδα σὸν γαίας ὕπο;
- καὶ τίς θανόντων ἦλθεν ἐξ Ἅιδου πάλιν;
- ἀλλʼ ὡς λόγοισι τόνδε μαλθάξαιμεν ἄν;
- ἥκιστα· φεύγειν σκαιὸν ἄνδρʼ ἐχθρὸν χρεών,
- σοφοῖσι δʼ εἴκειν καὶ τεθραμμένοις καλῶς·
- ῥᾷον γὰρ αἰδοῦς ὑπολαβὼν φίλʼ ἂν τέμοις.
- ἤδη δʼ ἐσῆλθέ μʼ εἰ παραιτησαίμεθα
- φυγὰς τέκνων τῶνδʼ· ἀλλὰ καὶ τόδʼ ἄθλιον,
- πενίᾳ σὺν οἰκτρᾷ περιβαλεῖν σωτηρίαν·
- ὡς τὰ ξένων πρόσωπα φεύγουσιν φίλοις
- ἓν ἦμαρ ἡδὺ βλέμμʼ ἔχειν φασὶν μόνον.
- τόλμα μεθʼ ἡμῶν θάνατον, ὃς μένει σʼ ὅμως.