Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἐν δʼ ἀσθενείᾳ τὸν πόθον διώλεσας.
  2. ἐπεί σʼ ἔπαυσʼ ἂν δοῦλον ἐννέποντά με
  3. καὶ τάσδε Θήβας εὐκλεῶς ᾠκήσαμεν.
  4. ἐν αἷς σὺ χαίρεις· οὐ γὰρ εὖ φρονεῖ πόλις
  5. στάσει νοσοῦσα καὶ κακοῖς βουλεύμασιν.
  6. οὐ γάρ ποτʼ ἂν σὲ δεσπότην ἐκτήσατο.
Μεγάρα
  1. γέροντες, αἰνῶ· τῶν φίλων γὰρ οὕνεκα
  2. ὀργὰς δικαίας τοὺς φίλους ἔχειν χρεών·
  3. ἡμῶν δʼ ἕκατι δεσπόταις θυμούμενοι
  4. πάθητε μηδέν. τῆς δʼ ἐμῆς, Ἀμφιτρύων,
  5. γνώμης ἄκουσον, ἤν τί σοι δοκῶ λέγειν.
  6. ἐγὼ φιλῶ μὲν τέκνα· πῶς γὰρ οὐ φιλῶ
  7. ἅτικτον, ἁμόχθησα; καὶ τὸ κατθανεῖν