Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- καθαιματώσεθʼ, ὅστις οὐ Καδμεῖος ὢν
- ἄρχει κάκιστος τῶν νέων ἔπηλυς ὤν;
- ἀλλʼ οὐκ ἐμοῦ γε δεσπόσεις χαίρων ποτέ.
- — οὐδʼ ἁπόνησα πόλλʼ ἐγὼ καμὼν χερὶ
- ἕξεις. ἀπέρρων δʼ ἔνθεν ἦλθες ἐνθάδε,
- ὕβριζʼ. ἐμοῦ γὰρ ζῶντος οὐ κτενεῖς ποτε
- τοὺς Ἡρακλείους παῖδας. οὐ τοσόνδε γῆς
- ἔνερθʼ ἐκεῖνος κρύπτεται λιπὼν τέκνα.
- — ἐπεὶ σὺ μὲν γῆν τήνδε διολέσας ἔχεις,
- ὃ δʼ ὠφελήσας ἀξίων οὐ τυγχάνει.
- — κἄπειτα πράσσω πόλλʼ ἐγώ, φίλους ἐμοὺς
- θανόντας εὖ δρῶν, οὗ φίλων μάλιστα δεῖ;
- — ὦ δεξιὰ χείρ, ὡς ποθεῖς λαβεῖν δόρυ,