Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- βωμὸν πέριξ νήσαντες ἀμφήρη ξύλα
- ἐμπίμπρατʼ αὐτῶν καὶ πυροῦτε σώματα
- πάντων, ἵνʼ εἰδῶσʼ οὕνεκʼ οὐχ ὁ κατθανὼν
- κρατεῖ χθονὸς τῆσδʼ, ἀλλʼ ἐγὼ τὰ νῦν τάδε.
- ὑμεῖς δέ, πρέσβεις, ταῖς ἐμαῖς ἐναντίοι
- γνώμαισιν ὄντες, οὐ μόνον στενάξετε
- τοὺς Ἡρακλείους παῖδας, ἀλλὰ καὶ δόμου
- τύχας, ὅταν πάσχῃ τι, μεμνήσεσθε δὲ
- δοῦλοι γεγῶτες τῆς ἐμῆς τυραννίδος.
- — ὦ γῆς λοχεύμαθʼ, οὓς Ἄρης σπείρει ποτὲ
- λάβρον δράκοντος ἐξερημώσας γένυν,
- οὐ σκῆπτρα, χειρὸς δεξιᾶς ἐρείσματα,
- ἀρεῖτε καὶ τοῦδʼ ἀνδρὸς ἀνόσιον κάρα