Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ῥώμη γὰρ ἐκλέλοιπεν ἣν πρὶν εἴχομεν,
- γήρᾳ δὲ τρομερὰ γυῖα κἀμαυρὸν σθένος.
- εἰ δʼ ἦ νέος τε κἄτι σώματος κρατῶν,
- λαβὼν ἂν ἔγχος τοῦδε τοὺς ξανθοὺς πλόκους
- καθῃμάτωσʼ ἄν, ὥστʼ Ἀτλαντικῶν πέραν
- φεύγειν ὅρων ἂν δειλίᾳ τοὐμὸν δόρυ.
- ἆρʼ οὐκ ἀφορμὰς τοῖς λόγοισιν ἁγαθοὶ
- θνητῶν ἔχουσι, κἂν βραδύς τις ᾖ λέγειν;
- σὺ μὲν λέγʼ ἡμᾶς οἷς πεπύργωσαι λόγοις,
- ἐγὼ δὲ δράσω σʼ ἀντὶ τῶν λόγων κακῶς.
- ἄγʼ, οἳ μὲν Ἑλικῶνʼ, οἳ δὲ Παρνασοῦ πτυχὰς
- τέμνειν ἄνωχθʼ ἐλθόντες ὑλουργοὺς δρυὸς
- κορμούς· ἐπειδὰν δʼ ἐσκομισθῶσιν πόλει,