Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. κορμούς· ἐπειδὰν δʼ ἐσκομισθῶσιν πόλει,
  2. βωμὸν πέριξ νήσαντες ἀμφήρη ξύλα
  3. ἐμπίμπρατʼ αὐτῶν καὶ πυροῦτε σώματα
  4. πάντων, ἵνʼ εἰδῶσʼ οὕνεκʼ οὐχ ὁ κατθανὼν
  5. κρατεῖ χθονὸς τῆσδʼ, ἀλλʼ ἐγὼ τὰ νῦν τάδε.
  6. ὑμεῖς δέ, πρέσβεις, ταῖς ἐμαῖς ἐναντίοι
  7. γνώμαισιν ὄντες, οὐ μόνον στενάξετε
  8. τοὺς Ἡρακλείους παῖδας, ἀλλὰ καὶ δόμου
  9. τύχας, ὅταν πάσχῃ τι, μεμνήσεσθε δὲ
  10. δοῦλοι γεγῶτες τῆς ἐμῆς τυραννίδος.
Χορός
  1. — ὦ γῆς λοχεύμαθʼ, οὓς Ἄρης σπείρει ποτὲ
  2. λάβρον δράκοντος ἐξερημώσας γένυν,
  3. οὐ σκῆπτρα, χειρὸς δεξιᾶς ἐρείσματα,
  4. ἀρεῖτε καὶ τοῦδʼ ἀνδρὸς ἀνόσιον κάρα
  5. καθαιματώσεθʼ, ὅστις οὐ Καδμεῖος ὢν
  6. ἄρχει κάκιστος τῶν νέων ἔπηλυς ὤν;
  7. ἀλλʼ οὐκ ἐμοῦ γε δεσπόσεις χαίρων ποτέ.
  8. — οὐδʼ ἁπόνησα πόλλʼ ἐγὼ καμὼν χερὶ
  9. ἕξεις. ἀπέρρων δʼ ἔνθεν ἦλθες ἐνθάδε,
  10. ὕβριζʼ. ἐμοῦ γὰρ ζῶντος οὐ κτενεῖς ποτε