Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. τοὺς Ἡρακλείους παῖδας. οὐ τοσόνδε γῆς
  2. ἔνερθʼ ἐκεῖνος κρύπτεται λιπὼν τέκνα.
  3. — ἐπεὶ σὺ μὲν γῆν τήνδε διολέσας ἔχεις,
  4. ὃ δʼ ὠφελήσας ἀξίων οὐ τυγχάνει.
  5. — κἄπειτα πράσσω πόλλʼ ἐγώ, φίλους ἐμοὺς
  6. θανόντας εὖ δρῶν, οὗ φίλων μάλιστα δεῖ;
  7. — ὦ δεξιὰ χείρ, ὡς ποθεῖς λαβεῖν δόρυ,
  8. ἐν δʼ ἀσθενείᾳ τὸν πόθον διώλεσας.
  9. ἐπεί σʼ ἔπαυσʼ ἂν δοῦλον ἐννέποντά με
  10. καὶ τάσδε Θήβας εὐκλεῶς ᾠκήσαμεν.
  11. ἐν αἷς σὺ χαίρεις· οὐ γὰρ εὖ φρονεῖ πόλις
  12. στάσει νοσοῦσα καὶ κακοῖς βουλεύμασιν.
  13. οὐ γάρ ποτʼ ἂν σὲ δεσπότην ἐκτήσατο.
Μεγάρα
  1. γέροντες, αἰνῶ· τῶν φίλων γὰρ οὕνεκα
  2. ὀργὰς δικαίας τοὺς φίλους ἔχειν χρεών·
  3. ἡμῶν δʼ ἕκατι δεσπόταις θυμούμενοι
  4. πάθητε μηδέν. τῆς δʼ ἐμῆς, Ἀμφιτρύων,
  5. γνώμης ἄκουσον, ἤν τί σοι δοκῶ λέγειν.
  6. ἐγὼ φιλῶ μὲν τέκνα· πῶς γὰρ οὐ φιλῶ
  7. ἅτικτον, ἁμόχθησα; καὶ τὸ κατθανεῖν