Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. οὐδʼ Ἑλλάδʼ ᾔνεσʼ — οὐδʼ ἀνέξομαί ποτε
  2. σιγῶν — κακίστην λαμβάνων ἐς παῖδʼ ἐμόν,
  3. ἣν χρῆν νεοσσοῖς τοῖσδε πῦρ λόγχας ὅπλα
  4. φέρουσαν ἐλθεῖν, ποντίων καθαρμάτων
  5. χέρσου τʼ ἀμοιβάς — ὧν ἐμόχθησας χάριν.
  6. τὰ δʼ, ὦ τέκνʼ, ὑμῖν οὔτε Θηβαίων πόλις
  7. οὔθʼ Ἑλλὰς ἀρκεῖ· πρὸς δʼ ἔμʼ ἀσθενῆ φίλον
  8. δεδόρκατʼ, οὐδὲν ὄντα πλὴν γλώσσης ψόφον.
  9. ῥώμη γὰρ ἐκλέλοιπεν ἣν πρὶν εἴχομεν,
  10. γήρᾳ δὲ τρομερὰ γυῖα κἀμαυρὸν σθένος.
  11. εἰ δʼ ἦ νέος τε κἄτι σώματος κρατῶν,
  12. λαβὼν ἂν ἔγχος τοῦδε τοὺς ξανθοὺς πλόκους
  13. καθῃμάτωσʼ ἄν, ὥστʼ Ἀτλαντικῶν πέραν
  14. φεύγειν ὅρων ἂν δειλίᾳ τοὐμὸν δόρυ.
Χορός
  1. ἆρʼ οὐκ ἀφορμὰς τοῖς λόγοισιν ἁγαθοὶ
  2. θνητῶν ἔχουσι, κἂν βραδύς τις ᾖ λέγειν;
Λύκος
  1. σὺ μὲν λέγʼ ἡμᾶς οἷς πεπύργωσαι λόγοις,
  2. ἐγὼ δὲ δράσω σʼ ἀντὶ τῶν λόγων κακῶς.
  3. ἄγʼ, οἳ μὲν Ἑλικῶνʼ, οἳ δὲ Παρνασοῦ πτυχὰς
  4. τέμνειν ἄνωχθʼ ἐλθόντες ὑλουργοὺς δρυὸς