Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ὦ γαῖα Κάδμου· καὶ γὰρ ἐς σὲ ἀφίξομαι
  2. λόγους ὀνειδιστῆρας ἐνδατούμενος·
  3. τοιαῦτʼ ἀμύνεθʼ Ἡρακλεῖ τέκνοισί τε;
  4. ὃς εἷς Μινύαισι πᾶσι διὰ μάχης μολὼν
  5. Θήβαις ἔθηκεν ὄμμʼ ἐλεύθερον βλέπειν.
  6. οὐδʼ Ἑλλάδʼ ᾔνεσʼ — οὐδʼ ἀνέξομαί ποτε
  7. σιγῶν — κακίστην λαμβάνων ἐς παῖδʼ ἐμόν,
  8. ἣν χρῆν νεοσσοῖς τοῖσδε πῦρ λόγχας ὅπλα
  9. φέρουσαν ἐλθεῖν, ποντίων καθαρμάτων
  10. χέρσου τʼ ἀμοιβάς — ὧν ἐμόχθησας χάριν.
  11. τὰ δʼ, ὦ τέκνʼ, ὑμῖν οὔτε Θηβαίων πόλις
  12. οὔθʼ Ἑλλὰς ἀρκεῖ· πρὸς δʼ ἔμʼ ἀσθενῆ φίλον
  13. δεδόρκατʼ, οὐδὲν ὄντα πλὴν γλώσσης ψόφον.