Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. [*](τὰ τοῦ δράματος πρόσωπαἈμφιτρύωνΜεγάραΧορόςΛύκοςἩρακλῆςἾριςΛύσσαἌγγελοςΘησεύς)
    Ἀμφιτρύων
    1. Τίς τὸν Διὸς σύλλεκτρον οὐκ οἶδεν βροτῶν,
    2. Ἀργεῖον Ἀμφιτρύωνʼ, ὃν Ἀλκαῖός ποτε
    3. ἔτιχθʼ ὁ Περσέως, πατέρα τόνδʼ Ἡρακλέους;
    4. ὃς τάσδε Θήβας ἔσχον, ἔνθʼ ὁ γηγενὴς
    5. σπαρτῶν στάχυς ἔβλαστεν, ὧν γένους Ἄρης
    6. ἔσωσʼ ἀριθμὸν ὀλίγον, οἳ Κάδμου πόλιν
    7. τεκνοῦσι παίδων παισίν. ἔνθεν ἐξέφυ
    8. Κρέων Μενοικέως παῖς, ἄναξ τῆσδε χθονός.
    9. Κρέων δὲ Μεγάρας τῆσδε γίγνεται πατήρ,
    10. ἣν πάντες ὑμεναίοισι Καδμεῖοί ποτε
    11. λωτῷ συνηλάλαξαν, ἡνίκʼ εἰς ἐμοὺς
    12. δόμους ὁ κλεινὸς Ἡρακλῆς νιν ἤγετο.
    13. λιπὼν δὲ Θήβας, οὗ κατῳκίσθην ἐγώ,
    14. Μεγάραν τε τήνδε πενθερούς τε παῖς ἐμὸς
    15. Ἀργεῖα τείχη καὶ Κυκλωπίαν πόλιν
    16. ὠρέξατʼ οἰκεῖν, ἣν ἐγὼ φεύγω κτανὼν
    17. Ἠλεκτρύωνα· συμφορὰς δὲ τὰς ἐμὰς
    18. ἐξευμαρίζων καὶ πάτραν οἰκεῖν θέλων,
    19. καθόδου δίδωσι μισθὸν Εὐρυσθεῖ μέγαν,