Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- οὐδʼ ἦλθε λόγχης ἐγγύς, ἀλλὰ τόξʼ ἔχων,
- κάκιστον ὅπλον, τῇ φυγῇ πρόχειρος ἦν.
- ἀνδρὸς δʼ ἔλεγχος οὐχὶ τόξʼ εὐψυχίας,
- ἀλλʼ ὃς μένων βλέπει τε κἀντιδέρκεται
- δορὸς ταχεῖαν ἄλοκα τάξιν ἐμβεβώς.
- ἔχει δὲ τοὐμὸν οὐκ ἀναίδειαν, γέρον,
- ἀλλʼ εὐλάβειαν· οἶδα γὰρ κατακτανὼν
- Κρέοντα πατέρα τῆσδε καὶ θρόνους ἔχων.
- οὔκουν τραφέντων τῶνδε τιμωροὺς ἐμοὺς
- χρῄζω λιπέσθαι τῶν δεδραμένων δίκην.