Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. σὺ δʼ ὡς ἀρίστου φωτὸς ἐκλήθης δάμαρ.
  2. τί δὴ τὸ σεμνὸν σῷ κατείργασται πόσει,
  3. ὕδραν ἕλειον εἰ διώλεσε κτανὼν
  4. ἢ τὸν Νέμειον θῆρα; ὃν ἐν βρόχοις ἑλὼν
  5. βραχίονός φησʼ ἀγχόναισιν ἐξελεῖν.
  6. τοῖσδʼ ἐξαγωνίζεσθε; τῶνδʼ ἄρʼ οὕνεκα
  7. τοὺς Ἡρακλείους παῖδας οὐ θνῄσκειν χρεών;
  8. ὃς ἔσχε δόξαν οὐδὲν ὢν εὐψυχίας
  9. θηρῶν ἐν αἰχμῇ, τἄλλα δʼ οὐδὲν ἄλκιμος,
  10. ὃς οὔποτʼ ἀσπίδʼ ἔσχε πρὸς λαιᾷ χερὶ