Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. τῷ τοῦ Διὸς μὲν Ζεὺς ἀμυνέτω μέρει
  2. παιδός· τὸ δʼ εἰς ἔμʼ, Ἡράκλεις, ἐμοὶ μέλει
  3. λόγοισι τὴν τοῦδʼ ἀμαθίαν ὑπὲρ σέθεν
  4. δεῖξαι· κακῶς γάρ σʼ οὐκ ἐατέον κλύειν.
  5. πρῶτον μὲν οὖν τἄρρητʼ — ἐν ἀρρήτοισι γὰρ
  6. τὴν σὴν νομίζω δειλίαν, Ἡράκλεες —
  7. σὺν μάρτυσιν θεοῖς δεῖ μʼ ἀπαλλάξαι σέθεν.
  8. Διὸς κεραυνόν τʼ ἠρόμην τέθριππά τε,
  9. ἐν οἷς βεβηκὼς τοῖσι γῆς βλαστήμασιν
  10. Γίγασι πλευροῖς πτήνʼ ἐναρμόσας βέλη