Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ἰδοὺ τάδʼ, ὦ παῖ· τἀμὰ γὰρ σπεύδεις φίλα.
- οὕτως πόνων σῶν οὐκέτι μνήμην ἔχεις;
- ἅπαντʼ ἐλάσσω κεῖνα τῶνδʼ ἔτλην κακά.
- εἴ σʼ ὄψεταί τις θῆλυν ὄντʼ, οὐκ αἰνέσει.
- ζῶ σοι ταπεινός; ἀλλὰ πρόσθεν οὐ δοκῶ.
- ἄγαν γʼ· ὁ κλεινὸς Ἡρακλῆς οὐκ εἶ νοσῶν.
- σὺ ποῖος ἦσθα νέρθεν ἐν κακοῖσιν ὤν;
- ὡς ἐς τὸ λῆμα παντὸς ἦν ἥσσων ἀνήρ.
- πῶς οὖν ἔτʼ εἴπης ὅτι συνέσταλμαι κακοῖς;
- πρόβαινε.
- χαῖρʼ, ὦ πρέσβυ.
- καὶ σύ μοι, τέκνον.
- θάφθʼ ὥσπερ εἶπον παῖδας.