Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἐμὲ δὲ τίς, τέκνον;
Ἡρακλῆς
  1. ἐγώ.
Ἀμφιτρύων
  1. πότʼ ἐλθών;
Ἡρακλῆς
  1. ἡνίκʼ ἂν θάψῃς τέκνα.
Ἀμφιτρύων
  1. πῶς;
Ἡρακλῆς
  1. εἰς Ἀθήνας πέμψομαι Θηβῶν ἄπο.
  2. ἀλλʼ ἐσκόμιζε τέκνα δυσκόμιστα γῇ·
  3. ἡμεῖς δʼ ἀναλώσαντες αἰσχύναις δόμον,
  4. Θησεῖ πανώλεις ἑψόμεσθʼ ἐφολκίδες.
  5. ὅστις δὲ πλοῦτον ἢ σθένος μᾶλλον φίλων
  6. ἀγαθῶν πεπᾶσθαι βούλεται, κακῶς φρονεῖ.
Χορός
  1. στείχομεν οἰκτροὶ καὶ πολύκλαυτοι,
  2. τὰ μέγιστα φίλων ὀλέσαντες.