Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ξὺν οἷς τὰ κάλλιστʼ ἐξέπραξʼ ἐν Ἑλλάδι,
- ἐχθροῖς ἐμαυτὸν ὑποβαλὼν αἰσχρῶς θάνω;
- οὐ λειπτέον τάδʼ, ἀθλίως δὲ σῳστέον.
- ἕν μοί τι, Θησεῦ, σύγκαμʼ· ἀθλίου κυνὸς
- κόμιστρʼ ἐς Ἄργος συγκατάστησον μολών,
- λύπῃ τι παίδων μὴ πάθω μονούμενος.
- ὦ γαῖα Κάδμου πᾶς τε Θηβαῖος λεώς,
- κείρασθε, συμπενθήσατʼ, ἔλθετʼ ἐς τάφον
- παίδων· ἅπαντας δʼ ἑνὶ λόγῳ πενθήσετε
- νεκρούς τε κἀμέ· πάντες ἐξολώλαμεν