Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. Ἥρας μιᾷ πληγέντες ἄθλιοι τύχῃ.
Θησεύς
  1. ἀνίστασʼ, ὦ δύστηνε· δακρύων δʼ ἅλις.
Ἡρακλῆς
  1. οὐκ ἂν δυναίμην· ἄρθρα γὰρ πέπηγέ μου.
Θησεύς
  1. καὶ τοὺς σθένοντας γὰρ καθαιροῦσιν τύχαι.
Ἡρακλῆς
  1. φεῦ·
  2. αὐτοῦ γενοίμην πέτρος ἀμνήμων κακῶν.
Θησεύς
  1. παῦσαι· δίδου δὲ χεῖρʼ ὑπηρέτῃ φίλῳ.
Ἡρακλῆς
  1. ἀλλʼ αἷμα μὴ σοῖς ἐξομόρξωμαι πέπλοις.
Θησεύς
  1. ἔκμασσε, φείδου μηδέν· οὐκ ἀναίνομαι.
Ἡρακλῆς
  1. παίδων στερηθεὶς παῖδʼ ὅπως ἔχω σʼ ἐμόν.