Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. μακρὰς διαντλοῦσʼ ἐν δόμοις οἰκουρίας.
  2. οἴμοι δάμαρτος καὶ τέκνων, οἴμοι δʼ ἐμοῦ,
  3. ὡς ἀθλίως πέπραγα κἀποζεύγνυμαι
  4. τέκνων γυναικός τʼ· ὦ λυγραὶ φιλημάτων
  5. τέρψεις, λυγραὶ δὲ τῶνδʼ ὅπλων κοινωνίαι.
  6. ἀμηχανῶ γὰρ πότερʼ ἔχω τάδʼ ἢ μεθῶ,
  7. ἃ πλευρὰ τἀμὰ προσπίτνοντʼ ἐρεῖ τάδε·
  8. Ἡμῖν τέκνʼ εἷλες καὶ δάμαρθʼ· ἡμᾶς ἔχεις
  9. παιδοκτόνους σούς. εἶτʼ ἐγὼ τάδʼ ὠλέναις
  10. οἴσω; τί φάσκων; ἀλλὰ γυμνωθεὶς ὅπλων,