Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. διώλεσʼ ἄκων. γῇ δʼ ἐπὴν κρύψῃς νεκρούς,
  2. οἴκει πόλιν τήνδʼ, ἀθλίως μέν, ἀλλʼ ὅμως
  3. ψυχὴν βιάζου τἀμὰ συμφέρειν κακά.
  4. ὦ τέκνʼ, ὁ φύσας καὶ τεκὼν ὑμᾶς πατὴρ
  5. ἀπώλεσʼ, οὐδʼ ὤνασθε τῶν ἐμῶν καλῶν,
  6. ἁγὼ παρεσκεύαζον ἐκμοχθῶν βίᾳ
  7. εὔκλειαν ὑμῖν, πατρὸς ἀπόλαυσιν καλήν.
  8. σέ τʼ οὐχ ὁμοίως, ὦ τάλαινʼ, ἀπώλεσα