Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἐς τοῦθʼ ἱκέσθαι, δάκρυʼ ἀπʼ ὀμμάτων βαλεῖν·
  2. νῦν δʼ, ὡς ἔοικε, τῇ τύχῃ δουλευτέον.
  3. εἶἑν· γεραιέ, τὰς ἐμὰς φυγὰς ὁρᾷς,
  4. ὁρᾷς δὲ παίδων ὄντα μʼ αὐθέντην ἐμῶν·
  5. δὸς τούσδε τύμβῳ καὶ περίστειλον νεκροὺς
  6. δακρύοισι τιμῶν — ἐμὲ γὰρ οὐκ ἐᾷ νόμος —
  7. πρὸς στέρνʼ ἐρείσας μητρὶ δούς τʼ ἐς ἀγκάλας,
  8. κοινωνίαν δύστηνον, ἣν ἐγὼ τάλας