Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ὥσπερ σὺ τἀμὰ λέκτρʼ ἔσῳζες ἀσφαλῶς,
  2. μακρὰς διαντλοῦσʼ ἐν δόμοις οἰκουρίας.
  3. οἴμοι δάμαρτος καὶ τέκνων, οἴμοι δʼ ἐμοῦ,
  4. ὡς ἀθλίως πέπραγα κἀποζεύγνυμαι
  5. τέκνων γυναικός τʼ· ὦ λυγραὶ φιλημάτων
  6. τέρψεις, λυγραὶ δὲ τῶνδʼ ὅπλων κοινωνίαι.
  7. ἀμηχανῶ γὰρ πότερʼ ἔχω τάδʼ ἢ μεθῶ,
  8. ἃ πλευρὰ τἀμὰ προσπίτνοντʼ ἐρεῖ τάδε·