Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. κοινωνίαν δύστηνον, ἣν ἐγὼ τάλας
  2. διώλεσʼ ἄκων. γῇ δʼ ἐπὴν κρύψῃς νεκρούς,
  3. οἴκει πόλιν τήνδʼ, ἀθλίως μέν, ἀλλʼ ὅμως
  4. ψυχὴν βιάζου τἀμὰ συμφέρειν κακά.
  5. ὦ τέκνʼ, ὁ φύσας καὶ τεκὼν ὑμᾶς πατὴρ
  6. ἀπώλεσʼ, οὐδʼ ὤνασθε τῶν ἐμῶν καλῶν,
  7. ἁγὼ παρεσκεύαζον ἐκμοχθῶν βίᾳ
  8. εὔκλειαν ὑμῖν, πατρὸς ἀπόλαυσιν καλήν.
  9. σέ τʼ οὐχ ὁμοίως, ὦ τάλαινʼ, ἀπώλεσα
  10. ὥσπερ σὺ τἀμὰ λέκτρʼ ἔσῳζες ἀσφαλῶς,
  11. μακρὰς διαντλοῦσʼ ἐν δόμοις οἰκουρίας.
  12. οἴμοι δάμαρτος καὶ τέκνων, οἴμοι δʼ ἐμοῦ,
  13. ὡς ἀθλίως πέπραγα κἀποζεύγνυμαι
  14. τέκνων γυναικός τʼ· ὦ λυγραὶ φιλημάτων
  15. τέρψεις, λυγραὶ δὲ τῶνδʼ ὅπλων κοινωνίαι.
  16. ἀμηχανῶ γὰρ πότερʼ ἔχω τάδʼ ἢ μεθῶ,
  17. ἃ πλευρὰ τἀμὰ προσπίτνοντʼ ἐρεῖ τάδε·
  18. Ἡμῖν τέκνʼ εἷλες καὶ δάμαρθʼ· ἡμᾶς ἔχεις
  19. παιδοκτόνους σούς. εἶτʼ ἐγὼ τάδʼ ὠλέναις
  20. οἴσω; τί φάσκων; ἀλλὰ γυμνωθεὶς ὅπλων,