Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- οὔτʼ ἠξίωσα πώποτʼ οὔτε πείσομαι,
- οὐδʼ ἄλλον ἄλλου δεσπότην πεφυκέναι.
- δεῖται γὰρ ὁ θεός, εἴπερ ἔστʼ ὀρθῶς θεός,
- οὐδενός· ἀοιδῶν οἵδε δύστηνοι λόγοι.
- ἐσκεψάμην δὲ καίπερ ἐν κακοῖσιν ὤν,
- μὴ δειλίαν ὄφλω τινʼ ἐκλιπὼν φάος·
- ταῖς συμφοραῖς γὰρ ὅστις οὐχ ὑφίσταται,
- οὐδʼ ἀνδρὸς ἂν δύναιθʼ ὑποστῆναι βέλος.
- ἐγκαρτερήσω βίοτον· εἶμι δʼ ἐς πόλιν
- τὴν σήν, χάριν τε μυρίων δώρων ἔχω.
- ἀτὰρ πόνων δὴ μυρίων ἐγευσάμην·
- ὧν οὔτʼ ἀπεῖπον οὐδένʼ οὔτʼ ἀπʼ ὀμμάτων
- ἔσταξα πηγάς, οὐδʼ ἂν ᾠόμην ποτὲ
- ἐς τοῦθʼ ἱκέσθαι, δάκρυʼ ἀπʼ ὀμμάτων βαλεῖν·
- νῦν δʼ, ὡς ἔοικε, τῇ τύχῃ δουλευτέον.
- εἶἑν· γεραιέ, τὰς ἐμὰς φυγὰς ὁρᾷς,
- ὁρᾷς δὲ παίδων ὄντα μʼ αὐθέντην ἐμῶν·
- δὸς τούσδε τύμβῳ καὶ περίστειλον νεκροὺς
- δακρύοισι τιμῶν — ἐμὲ γὰρ οὐκ ἐᾷ νόμος —
- πρὸς στέρνʼ ἐρείσας μητρὶ δούς τʼ ἐς ἀγκάλας,