Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ξὺν οἷς τὰ κάλλιστʼ ἐξέπραξʼ ἐν Ἑλλάδι,
  2. ἐχθροῖς ἐμαυτὸν ὑποβαλὼν αἰσχρῶς θάνω;
  3. οὐ λειπτέον τάδʼ, ἀθλίως δὲ σῳστέον.
  4. ἕν μοί τι, Θησεῦ, σύγκαμʼ· ἀθλίου κυνὸς
  5. κόμιστρʼ ἐς Ἄργος συγκατάστησον μολών,
  6. λύπῃ τι παίδων μὴ πάθω μονούμενος.
  7. ὦ γαῖα Κάδμου πᾶς τε Θηβαῖος λεώς,
  8. κείρασθε, συμπενθήσατʼ, ἔλθετʼ ἐς τάφον
  9. παίδων· ἅπαντας δʼ ἑνὶ λόγῳ πενθήσετε
  10. νεκρούς τε κἀμέ· πάντες ἐξολώλαμεν
  11. Ἥρας μιᾷ πληγέντες ἄθλιοι τύχῃ.
Θησεύς
  1. ἀνίστασʼ, ὦ δύστηνε· δακρύων δʼ ἅλις.
Ἡρακλῆς
  1. οὐκ ἂν δυναίμην· ἄρθρα γὰρ πέπηγέ μου.
Θησεύς
  1. καὶ τοὺς σθένοντας γὰρ καθαιροῦσιν τύχαι.
Ἡρακλῆς
  1. φεῦ·
  2. αὐτοῦ γενοίμην πέτρος ἀμνήμων κακῶν.
Θησεύς
  1. παῦσαι· δίδου δὲ χεῖρʼ ὑπηρέτῃ φίλῳ.
Ἡρακλῆς
  1. ἀλλʼ αἷμα μὴ σοῖς ἐξομόρξωμαι πέπλοις.
Θησεύς
  1. ἔκμασσε, φείδου μηδέν· οὐκ ἀναίνομαι.
Ἡρακλῆς
  1. παίδων στερηθεὶς παῖδʼ ὅπως ἔχω σʼ ἐμόν.