Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἕπου δʼ ἅμʼ ἡμῖν πρὸς πόλισμα Παλλάδος.
  2. ἐκεῖ χέρας σὰς ἁγνίσας μιάσματος,
  3. δόμους τε δώσω χρημάτων τʼ ἐμῶν μέρος.
  4. ἃ δʼ ἐκ πολιτῶν δῶρʼ ἔχω σώσας κόρους
  5. δὶς ἑπτά, ταῦρον Κνώσιον κατακτανών,
  6. σοὶ ταῦτα δώσω. πανταχοῦ δέ μοι χθονὸς
  7. τεμένη δέδασται· ταῦτʼ ἐπωνομασμένα
  8. σέθεν τὸ λοιπὸν ἐκ βροτῶν κεκλήσεται
  9. ζῶντος· θανόντα δʼ, εὖτʼ ἂν εἰς Ἅιδου μόλῃς,
  10. θυσίαισι λαΐνοισί τʼ ἐξογκώμασι
  11. τίμιον ἀνάξει πᾶσʼ Ἀθηναίων πόλις.
  12. καλὸς γὰρ ἀστοῖς στέφανος Ἑλλήνων ὕπο
  13. ἄνδρʼ ἐσθλὸν ὠφελοῦντας εὐκλείας τυχεῖν.
  14. κἀγὼ χάριν σοι τῆς ἐμῆς σωτηρίας
  15. τήνδʼ ἀντιδώσω· νῦν γὰρ εἶ χρεῖος φίλων.
  16. θεοὶ δʼ ὅταν τιμῶσιν, οὐδὲν δεῖ φίλων·
  17. ἅλις γὰρ ὁ θεὸς ὠφελῶν, ὅταν θέλῃ.
Ἡρακλῆς
  1. οἴμοι· πάρεργα μὲν τάδʼ ἔστʼ ἐμῶν κακῶν,
  2. ἐγὼ δὲ τοὺς θεοὺς οὔτε λέκτρʼ ἃ μὴ θέμις
  3. στέργειν νομίζω, δεσμά τʼ ἐξάπτειν χεροῖν