Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ἐς τοῦτο δʼ ἥξειν συμφορᾶς οἶμαί ποτε·
- φωνὴν γὰρ ἥσει χθὼν ἀπεννέπουσά με
- μὴ θιγγάνειν γῆς καὶ θάλασσα μὴ περᾶν
- πηγαί τε ποταμῶν, καὶ τὸν ἁρματήλατον
- Ἰξίονʼ ἐν δεσμοῖσιν ἐκμιμήσομαι.
- καὶ ταῦτʼ ἄριστα μηδένʼ Ἑλλήνων μʼ ὁρᾶν,
- ἐν οἷσιν εὐτυχοῦντες ἦμεν ὄλβιοι.
- τί δῆτά με ζῆν δεῖ; τί κέρδος ἕξομεν
- βίον γʼ ἀχρεῖον ἀνόσιον κεκτημένοι;
- χορευέτω δὴ Ζηνὸς ἡ κλεινὴ δάμαρ
- κρόουσʼ Ὀλυμπίου Ζηνὸς ἀρβύλῃ πόδα.
- ἔπραξε γὰρ βούλησιν ἣν ἐβούλετο,
- ἄνδρʼ Ἑλλάδος τὸν πρῶτον αὐτοῖσιν βάθροις