Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ἥκω δʼ ἀνάγκης ἐς τόδʼ· οὔτʼ ἐμαῖς φίλαις
- Θήβαις ἐνοικεῖν ὅσιον· ἢν δὲ καὶ μένω,
- ἐς ποῖον ἱερὸν ἢ πανήγυριν φίλων
- εἶμʼ; οὐ γὰρ ἄτας εὐπροσηγόρους ἔχω.
- ἀλλʼ Ἄργος ἔλθω; πῶς, ἐπεὶ φεύγω πάτραν;
- φέρʼ ἀλλʼ ἐς ἄλλην δή τινʼ ὁρμήσω πόλιν;
- κἄπειθʼ ὑποβλεπώμεθʼ ὡς ἐγνωσμένοι,
- γλώσσης πικροῖς κέντροισι κλῃδουχούμενοι·
- Οὐχ οὗτος ὁ Διός, ὃς τέκνʼ ἔκτεινέν ποτε
- δάμαρτά τʼ; οὐ γῆς τῆσδʼ ἀποφθαρήσεται;
- κεκλημένῳ δὲ φωτὶ μακαρίῳ ποτὲ
- αἱ μεταβολαὶ λυπηρόν· ᾧ δʼ ἀεὶ κακῶς
- ἔστʼ, οὐδὲν ἀλγεῖ συγγενῶς δύστηνος ὤν.